Ephesians 2

1Καὶ ὑμᾶς ὄντας νεκροὺς τοῖς παραπτώμασιν καὶ ταῖς ἁμαρτίαις
 ὑμῶν = WH Treg NA/NIV: || [omit] = RP
ὑμῶν,
2ἐν αἷς ποτε περιεπατήσατε κατὰ τὸν αἰῶνα τοῦ κόσμου τούτου, κατὰ τὸν ἄρχοντα τῆς ἐξουσίας τοῦ ἀέρος, τοῦ πνεύματος τοῦ νῦν ἐνεργοῦντος ἐν τοῖς υἱοῖς τῆς ἀπειθείας· 3ἐν οἷς καὶ ἡμεῖς πάντες ἀνεστράφημέν ποτε ἐν ταῖς ἐπιθυμίαις τῆς σαρκὸς ἡμῶν, ποιοῦντες τὰ θελήματα τῆς σαρκὸς καὶ τῶν διανοιῶν, καὶ
 ἤμεθα = WH Treg NA/NIV: || ἦμεν = RP
ἤμεθα τέκνα φύσει ὀργῆς ὡς καὶ οἱ λοιποί·
4 δὲ θεὸς πλούσιος ὢν ἐν ἐλέει, διὰ τὴν πολλὴν ἀγάπην αὐτοῦ ἣν ἠγάπησεν ἡμᾶς, 5καὶ ὄντας ἡμᾶς νεκροὺς τοῖς παραπτώμασιν συνεζωοποίησεν τῷ Χριστῷ— χάριτί ἐστε σεσῳσμένοι— 6καὶ συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ, 7ἵνα ἐνδείξηται ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις
 τὸ ὑπερβάλλον πλοῦτος = WH Treg NA/NIV: || τὸν ὑπερβάλλοντα πλοῦτον = RP
τὸ ὑπερβάλλον πλοῦτος ⸃ τῆς χάριτος αὐτοῦ ἐν χρηστότητι ἐφ᾽ ἡμᾶς ἐν Χριστῷ Ἰησοῦ.
8τῇ γὰρ χάριτί ἐστε σεσῳσμένοι
 διὰ = WH Treg NA/NIV: || διὰ τῆς = RP
διὰ πίστεως· καὶ τοῦτο οὐκ ἐξ ὑμῶν, θεοῦ τὸ δῶρον·
9οὐκ ἐξ ἔργων, ἵνα μή τις καυχήσηται. 10αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς οἷς προητοίμασεν θεὸς ἵνα ἐν αὐτοῖς περιπατήσωμεν.

11Διὸ μνημονεύετε ὅτι
 ποτὲ ὑμεῖς = WH Treg NA/NIV: || ὑμεῖς ποτὲ = RP
ποτὲ ὑμεῖς ⸃ τὰ ἔθνη ἐν σαρκί, οἱ λεγόμενοι ἀκροβυστία ὑπὸ τῆς λεγομένης περιτομῆς ἐν σαρκὶ χειροποιήτου,
12ὅτι
 ἦτε = WH Treg NA/NIV: || ἦτε ἐν = RP
ἦτε τῷ καιρῷ ἐκείνῳ χωρὶς Χριστοῦ, ἀπηλλοτριωμένοι τῆς πολιτείας τοῦ Ἰσραὴλ καὶ ξένοι τῶν διαθηκῶν τῆς ἐπαγγελίας, ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ.
13νυνὶ δὲ ἐν Χριστῷ Ἰησοῦ ὑμεῖς οἵ ποτε ὄντες μακρὰν
 ἐγενήθητε ἐγγὺς = WH Treg NA/NIV: || ἐγγὺς ἐγενήθητε = RP
ἐγενήθητε ἐγγὺς ⸃ ἐν τῷ αἵματι τοῦ Χριστοῦ.
14αὐτὸς γάρ ἐστιν εἰρήνη ἡμῶν, ποιήσας τὰ ἀμφότερα ἓν καὶ τὸ μεσότοιχον τοῦ φραγμοῦ λύσας, τὴν ἔχθραν ἐν τῇ σαρκὶ αὐτοῦ, 15τὸν νόμον τῶν ἐντολῶν ἐν δόγμασιν καταργήσας, ἵνα τοὺς δύο κτίσῃ ἐν
 αὑτῷ = WH: || αὐτῷ = Treg NA; || ἑαυτῷ = NA/NIV RP
αὑτῷ εἰς ἕνα καινὸν ἄνθρωπον ποιῶν εἰρήνην,
16καὶ ἀποκαταλλάξῃ τοὺς ἀμφοτέρους ἐν ἑνὶ σώματι τῷ θεῷ διὰ τοῦ σταυροῦ ἀποκτείνας τὴν ἔχθραν ἐν αὐτῷ· 17καὶ ἐλθὼν εὐηγγελίσατο εἰρήνην ὑμῖν τοῖς μακρὰν καὶ
 εἰρήνην = WH Treg NA/NIV: || [omit] = RP
εἰρήνην τοῖς ἐγγύς·
18ὅτι δι᾽ αὐτοῦ ἔχομεν τὴν προσαγωγὴν οἱ ἀμφότεροι ἐν ἑνὶ πνεύματι πρὸς τὸν πατέρα. 19ἄρα οὖν οὐκέτι ἐστὲ ξένοι καὶ πάροικοι, ἀλλὰ
 ἐστὲ = WH Treg NA/NIV: || [omit] = RP
ἐστὲ συμπολῖται τῶν ἁγίων καὶ οἰκεῖοι τοῦ θεοῦ,
20ἐποικοδομηθέντες ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ
 Χριστοῦ Ἰησοῦ = WH Treg NA/NIV: || Ἰησοῦ Χριστοῦ = RP
Χριστοῦ Ἰησοῦ ⸃,
21ἐν
 πᾶσα = WH Treg RP NA: || πᾶσα ἡ = NIV
πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν κυρίῳ,
22ἐν καὶ ὑμεῖς συνοικοδομεῖσθε εἰς κατοικητήριον τοῦ θεοῦ ἐν πνεύματι.



Copyright information for SBLG